Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.243 Joseph. AJ 19.248 (English) >>Joseph. AJ 19.252

19.246ἔλεγεν οὖν Κλαύδιος, οὐ θαυμάζειν τὴν βουλὴν ἡδονῇ μὴ φέρουσαν ἄρχεσθαι διὰ τὸ ὠμότητι τετρῦσθαι τῶν πρότερον ἐπὶ τὸ ἡγεμονεύειν καταστάντων, γεύσειν τε αὐτοὺς ἐπιεικείᾳ τῇ καθʼ αὑτὸν μετρίων καιρῶν, ὀνόματι μὲν μόνῳ τῆς ἀρχῆς ἐσομένης, ἔργῳ δὲ κοινῆς πᾶσι προκεισομένης εἰς μέσον. διὰ πολλῶν δὲ καὶ ποικίλων ὡδευκότι πραγμάτων ἐν ὄψει τῇ ἐκείνων καλῶς ἔχειν μὴ ἀπιστεῖν. 19.247καὶ οἱ μὲν πρέσβεις τοιούτων ἀκροάσει λόγων καθομιληθέντες ἐξεπέμποντο. Κλαύδιος δὲ τῷ στρατῷ συλλεχθέντι διελέγετο ὅρκους λαμβάνων μὴν ἐμμενεῖν πίστει τῇ πρὸς αὐτόν, δωρεῖται τοὺς σωματοφύλακας πεντακισχιλίαις δραχμαῖς κατὰ ἕκαστον ἄνδρα, τοῖς τε ἡγεμόσιν αὐτῶν ἀνάλογον τοῦ ἀριθμοῦ καὶ τοῖς ὅποι ποτὲ στρατοπέδοις ὑπισχνεῖτο τὰ ὅμοια. 19.248

Συνεκάλουν δὲ οἱ ὕπατοι τὴν βουλὴν εἰς τὸ ἱερὸν τοῦ νικηφόρου Διός· ἔτι δὲ νὺξ ἦν. τῶν δὲ οἱ μὲν ἐν τῇ πόλει κλέπτοντες ἑαυτοὺς ἐνεδοίαζον πρὸς τὴν ἀκρόασιν, τοῖς δὲ ἐπὶ τῶν ἰδίων ἀγρῶν ἐγεγόνεισαν ἔξοδοι προορωμένοις χωρήσει τὸ πᾶν ἐν ἀπογνώσει τοῦ ἐλευθέρου γεγονότος, καὶ πολὺ κρεῖττον ἐν ἀκινδύνῳ τοῦ δουλεύειν ὑπειληφότες διαβιοῦν ἀργίᾳ τοῦ πονεῖν κτώμενοι τὸ ἀξίωμα τῶν πατέρων περὶ τῆς σωτηρίας ἀμφίβολοι καταστῆναι. 19.249συνελέγησαν δʼ ὅμως ἑκατὸν οὐ πλείους, καὶ διαβουλευομένων περὶ τῶν ἐν χερσὶν αἰφνίδιον αἴρεται βοὴ τοῦ συνεστηκότος αὐτοῖς στρατιωτικοῦ στρατηγὸν αὐτοκράτορα κελευόντων τὴν βουλὴν ἑλέσθαι καὶ μὴ φθείρειν πολυαρχίᾳ τὴν ἡγεμονίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.243 Joseph. AJ 19.248 (English) >>Joseph. AJ 19.252

Powered by PhiloLogic